Ancient Greek · ~3 min
Jebb Page 178
Aelius Aristides, Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας 178
Not analysed yet
καὶ τὴν ὑπάρχουσαν δόξαν αὐτῷ διαφθείρειν τῷ τοῖς υἱέσιν ἐπηρεάζειν, ὥσπερ ἤτοι μηδʼ ὁτιοῦν ἐκείνου τὴν πόλιν χρηστὸν ἢ τὰ πάντων αἴσχιστα εἰργασμένου. καὶ μὴν εἰ μὲν, ὅθʼ οὑτοσὶ περιῆν, πᾶσαν ἡντιναοῦν ὑπὸ μεγαλοψυχίας ἀπηξίωσε χάριν καὶ μηδὲν ὧν εἰς ἡμᾶς ἔδρασεν ἐζήτησε πλέον, ἀλλʼ ἀποχρῆν ᾠήθη μόνον τὸ πολλοῦ τινος ἄξιος γεγονέναι τῇ πόλει, ἔδει δή που τὴν ἀρετὴν ἐκείνου δυσωπηθέντας ἡμᾶς καὶ τὰς ὑπερφυεῖς αὐτοῦ πράξεις ὥσπερ ἔμψυχόν τινα νομίσαντας στήλην φιλοτιμότατα νῦν τῷ ʼκείνου χρῆσθαι παιδὶ, καὶ πρὸς αὐτὸν τοῦτον ἀπομνημονεῦσαι τὴν χάριν, καὶ οὐχ ὅσον ἀτελείας, ἀλλὰ καὶ πολλῶν ἑτέρων αὐτὸν ἀξιῶσαι. νῦν δὲ καὶ αὐτῷ καὶ παιδὶ τῷ αὐτοῦ πάλαι ταυτησὶ μεταδόντες, νῦν ἕτερόν τι βουλεύσεσθε; καὶ πῶς οὐκ ἄτοπον τὴν μὲν ὠφέλειαν τὴν παρʼ ἐκείνου βεβαίαν