Ancient Greek · ~3 min
Jebb Page 184
Aelius Aristides, Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας 184
Not analysed yet
δόσει τῷ τʼ ἔρις καὶ κλῆρος τοῖς πρώτοις τῶν θεῶν γεγενῆσθαι· ἀλλʼ ἐπειδὴ τούτου τυχεῖν οὐχ οἷόν τε μὴ παρόντος ἐκείνου, δεῖ δή που καὶ ἀμφοτέρων ἡμῖν, ἵνα μὴ θάτερον ζητοῦντες οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ πᾶν ἀπολέσωμεν· ἐπειδὴ τὸ εὖ ποιεῖν τε καὶ πάσχειν, εἰ καὶ ἀλλήλων καθάπαξ διῄρηται, ἀλλὰ καὶ ἀλλήλων ἐξ ἀνάγκης ὃν ἔφην τρόπον ἐξῆπται. ἐγὼ δὲ καὶ τοῦτο λέγω· ὡς εἰ μὲν εὖ ποιοῦντες οὐκ εὖ πάσχειν ἐμέλλομεν, οὐδʼ οὕτως ἂν τὸ εὖ ποιεῖν ὑπὸ μεγαλοψυχίας ἔδει παρεῖναι, ἱκανὸν νομίζοντας κέρδος τὴν παρὰ τῶν εὖ πασχόντων αἰδῶ τε καὶ χάριν. ὅτε δὲ πρὸς τούτῳ καὶ τὸ ἀντʼ εὖ πείσεσθαι προσδοκᾶν ἔστιν,