Ancient Greek · ~3 min
Jebb Page 70
Aelius Aristides, Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας 70
Not analysed yet
χρείας ἑστὸς ὥσπερ ἐκ δυοῖν ποδοῖν ὡς ἀληθῶς, τὸ τοῦ λόγου, πρὸς ταύτην ὡς πρὸς μητέρα χωροῦσι, καὶ τυγχάνουσιν ὧν βούλονται κάλλιον ἢ προσεδόκησαν. οὕτω δʼ ἀνθρώποις περισπούδαστος οὖσα, οὕτω καὶ θεοφιλής ἐστι καὶ μέλημα τοῖς κρείττοσιν ἐναργῶς ὡς τοὺς μὲν αὐτῶν πάλαι πρὸς ἀλλήλους περὶ ταύτης ἐρίσαι, τοὺς δʼ ὧν πρὸς ἀλλήλους εἶχον διαφορῶν ἐνταῦθα πεποιῆσθαι τὰς κρίσεις, πάντας δʼ ἁπλῶς κατὰ πάντα δή που τὸν χρόνον πᾶσαν εἰσφέρειν σπουδὴν μὴ μόνον τὰ λυσιτελῆ καὶ συναύξοντʼ αὐτὴν ἐκ παντὸς τρόπου περαίνειν, ἀλλὰ καὶ ὅ τι ἂν ἔσθʼ ὅτε σφαλῶμεν, ταῦτʼ αὐτοὺς ἐπὶ τὸ βέλτιον μεθιστάναι. οὐκοῦν καὶ περὶ ἀτελείας ταῦτʼ εἰκότως ἔχομεν λέγειν καὶ τῆς τῶν θεῶν προνοίας ἀξίως. ὡς εἰ μὲν τῶν