Ancient Greek
Jebb Page 31
Aelius Aristides, Διόνυσος 31
Not analysed yet
ἡμέραν αὐτὸς δᾳδοῦχός τε καὶ ἡγεμὼν τῆς ὄψεως γιγνόμενος, τὴν δὲ νύκτα ἑτέροις παριείς· ἀργῶν δʼ ὅμως οὐδʼ οὕτως, ἀεὶ δʼ ἐν φορᾷ καὶ κινήσει τὸν αἰῶνα διεξέρχεται. πρεσβύτατος δὲ ὢν θεῶν αὐτὸς καὶ νεώτατός ἐστι, τῆς δʼ ἀεὶ παρούσης ὥρας καὶ μοίρας φίλος. καί μοι χαίρειν ἤδη τὸν Ἴακχόν τε καὶ τὰ πολλὰ δὴ ταῦτα κεκλημένον. πλήρης γὰρ ὡς τὰ νῦν ἡ φιλοτησία.