Ancient Greek · ~6 min
Jebb Page 111
Aelius Aristides, Πρὸς Πλάτωνα περὶ ῥητορικῆς 111
Not analysed yet
ἀεί. οὐκοῦν οὗτος ἐκεῖνος Πλάτων ὁ τοῦ Ἀρίστωνός ἐστιν, ὁ φάσκων μὴ κολακείαν εἶναι τὴν ῥητορικὴν, μηδὲ τῆς αὐτῆς ἔχεσθαι φύσεως. παραλείπω δὲ νᾶμά τε κάλλιστον πάντων ναμάτων καὶ τοὺς ἐκ τοῦ σωφρονοῦντος στόματος ἰόντας λόγους καὶ ὅσα τοιαῦτʼ ἄλλα ἄλλοθι ῥητορικὴν εἴρηκεν ἐπικοσμῶν. εἰ δέ τις ἡμῖν περὶ Πλάτωνος ὑπολάβοι ὅτι οὐ ταύτην κακῶς εἴρηκε τὴν ῥητορικὴν ὑπὲρ ἧς νῦν ἡμεῖς τοὺς λόγους ποιούμεθα, ἀλλὰ δύο οὐσῶν τὴν ἑτέραν κακίζει, πρῶτον μὲν οὐδὲν μᾶλλον τά γε ἡμῖν εἰρημένα φαύλως ἔχοντα ἐλέγχεται, ἀλλὰ καὶ αὐτὸ τοῦτο καλῶς καὶ προσηκόντως ἅπαντα ταῦτα ἠνύσθαι μαρτυρεῖ. ὥσπερ γὰρ ἐκεῖνος τὴν φαύλην δικαίως ψέγει, τί κωλύει τήν γε ἐναντίαν ἡμᾶς ἐπαινοῦντας ὀρθῶς ποιεῖν; ἔπειτα οὐκ ἀναιρεῖ τοὺς παρʼ ἡμῶν ἐλέγχους ἡ παραίτησις αὕτη, ἀλλὰ καὶ οὕτως ἐναντία φαίνοιτʼ ἂν εἰρηκὼς αὐτὸς ἑαυτῷ, εἰ διττὴν εἶναι τὴν ῥητορικὴν ἀξιῶν, εἶθʼ ὡς μιᾶς καὶ ἁπλῆς τινος οὕτως τὴν κατηγορίαν πεποίηται. δῆλον γὰρ ὅτι εἰ τοῦτʼ ἐστὶν ἀληθὲς, τὴν μὲν φαυλίζειν, τὴν δὲ ἐπαινεῖν αὐτῷ προσῆκε διελομένῳ, ὥσπερ ἐν τοῖς περὶ ἔρωτος λόγοις φαίνεται πεποιηκὼς, καὶ πολύ γε μειζόνων εὐφημιῶν τὸν χρηστὸν ἠξιωκὼς ἢ οἵων τὸν ἕτερον βλασφημιῶν. θαυμάζω δʼ ἔγωγε τί ἄν ποτʼ ἐποίησε, μόνην ταύτην εἰδὼς οὖσαν ῥητορικὴν περὶ ἧς ταῦτα διεξέρχεται, ὁπότε οὐσῶν, ὡς ἂν φαίη, δυοῖν καὶ τοσοῦτον διαφερουσῶν τοσαύτην φαίνεται σπουδὴν πεποιημένος τοῦ καθάπαξ κακῶς εἰπεῖν. τί γὰρ μᾶλλον φαῦλον ἡ ῥητορικὴ ἢ χρηστὸν, εἴπερ ἐστὶ διττόν; οὐκοῦν οὐκ εἰς τὰς ἴσας λαβὰς ἥκομεν, ἀλλὰ τὸ τῶν ἴσων κατʼ ἐκείνου γίγνεται. ἔπειτα τί κωλύει κἀμὲ τῶν αὐτῶν τούτων λόγων ἐχόμενον φάσκειν ὅτι καὶ ἡ