Ancient Greek · ~6 min
Jebb Page 257
Aelius Aristides, Ἐλευσίνιος 257
Not analysed yet
κατέστη ταῖς ἀκοαῖς τὰ ὁρώμενα; ὅσα μὲν δὴ θέας ἐχόμενα εἶδον γενεαὶ παμπληθεῖς εὐδαιμόνων ἀνδρῶν καὶ γυναικῶν ἐν τοῖς ἀρρήτοις φάσμασιν· ἃ δʼ εἰς τὸ μέσον ποιηταὶ καὶ λογοποιοὶ καὶ συγγραφεῖς πάντες ὑμνοῦσι, κόρην τὴν Δήμητρος ἀφανῆ γενέσθαι χρόνον ἔστιν ὃν, Δήμητρα δʼ ἐπέρχεσθαι γῆν πᾶσαν καὶ θάλατταν ζητοῦσαν τὴν θυγατέρα, τέως μὲν οὖν οὐχ οἵαν τε εἶναι εὑρεῖν, ἐλθοῦσαν δʼ εἰς Ἐλευσῖνα τήν τε ἐπωνυμίαν δοῦναι τῷ τόπῳ καὶ τὴν κόρην εὑροῦσαν ποιῆσαι τὰ μυστήρια· καὶ γενέσθαι δὴ τὸν σῖτον παρὰ μὲν ταῖν θεαῖν τοῖς Ἀθηναίοις, παρὰ δὲ τῶν Ἀθηναίων καὶ Ἕλλησι καὶ βαρβάροις· —καὶ τούτοις Κελεός τε καὶ Μετάνειρα καὶ Τριπτόλεμος ἐπιφημίζονται καὶ ἅρματα δὴ δρακόντων ὑπόπτερα ὑπὲρ πάσης γῆς καὶ θαλάττης φερόμενα· —μυηθῆναι δὲ ξένων πρώτους Ἡρακλέα καὶ Διοσκούρους, ἀγῶνά τε γυμνικὸν γενέσθαι πρῶτον Ἐλευσῖνι τῆς Ἀττικῆς, καὶ τὸ ἆθλον εἶναι τοῦ καρποῦ τοῦ φανθέντος, πειρωμένων τῶν ἀνθρώπων ὅσον εἰς ἰσχὺν ἐκ τῆς ἡμέρου τροφῆς ἐπέδοσαν· ἀπάγειν δὲ καὶ τοὺς Ἕλληνας ἀπαρχὰς τῶν καρπῶν ἑκάστοτε Ἀθήναζε ὡς μητροπόλει σφῶν τε αὐτῶν καὶ τῶν καρπῶν τῶν Ἀθηναίων τῇ πόλει. Εὐμολπίδαι δὲ καὶ Κήρυκες εἰς Ποσειδῶ τε καὶ Ἑρμῆν ἀναφέροντες οἱ μὲν ἱεροφάντας, οἱ δὲ δᾳδούχους παρείχοντο. καὶ τὰ μὲν εἰς μύθους ἀνήκοντα τοιαῦτα. τὰ δʼ ὕστερον Ἡρακλειδῶν εἰς Πελοπόννησον κατελθόντων καὶ χρόνου διαγενομένου Δωριεῖς ἐπʼ Ἀθήνας ἐστράτευον. ὡς δʼ Ἐλευσῖνι γίγνονται, καταισχυνθέντες, εἴτε καὶ δείσαντες χρὴ λέγειν, ἀπιόντες ᾤχοντο τὴν αὐτήν. ἡ δʼ ἐκείνων τότε κίνησις Ἰωνίαν οἰκίζει παρʼ ἡμῖν. γενομένου δὲ τοῦ Μηδικοῦ στόλου καὶ μεγίστων δὴ πραγμάτων καὶ κινδύνων οὐ μόνον τὴν Ἑλλάδα, ἀλλὰ καὶ πᾶν ὅσον ἔξω τῆς