Ancient Greek · ~1 min
Περὶ πολιτικοῦ λόγου, περὶ γλυκύτητος., Section 1
Aelius Aristides, Περὶ πολιτικοῦ λόγου 1
Not analysed yet
γλυκύτης δὲ γίνεται καθολικῶς τριχῇ, κατὰ γνώμην, κατὰ σχῆμα, κατὰ ἀπαγγελίαν. κατὰ μὲν γνώμην οὕτως, ὅταν τις ταῖς ἔξωθεν ἐπινοίαις χρῆται, οἷον ἐξ ἱστοριῶν καὶ παροιμιῶν καὶ μύθων. κατὰ δὲ σχῆμα γίνεται γλυκύτης, ὅταν τις ταῖς ἀπαγγελίαις καινοπρεπέσι χρῆται. κατὰ δὲ ἀπαγγελίαν, ὅταν τις τροπαῖς χρῆται, τροπαῖς δὲ μὴ τραχείαις, ἀλλʼ ὑφειμέναις, καὶ ὅταν τις κεκινημένῃ χρῆται τῇ λέξει.