Ancient Greek · ~2 min
Περὶ πολιτικοῦ λόγου, περὶ συνθέσεως καὶ φρασέως., Section 1
Aelius Aristides, Περὶ πολιτικοῦ λόγου 1.1-10
Not analysed yet
σύνθεσίς ἐστιν ἡ μὲν συνεχὴς ἡ διὰ πλειόνων ἑξῆς εἰρομένη, ὡς τὸ νόσημα γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, ἐμπέπτωκεν εἰς τὴν Ἑλλάδα χαλεπόν, ἡ δὲ λελυμένη, τότε μὲν κεχυμένη, ὥσπερ τὸ ἔστω, γινέσθω ταῦτα, οὐδὲν ἀντιλέγω, ἡ δὲ κατὰ περίοδον, ἥτις ἐστὶν σύνταξις κώλων καὶ κομμάτων εἰς διάνοιαν ἀπηρτισμένη φράσις, ὥσπερ τὸ καὶ σπουδαῖα νομίζων, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ἀναγκαῖα τῇ πόλει πειράσομαι περὶ αὐτῶν εἰπεῖν ἃ νομίζω συμφέρειν.