Ancient Greek · ~2 min
Περὶ πολιτικοῦ λόγου, περὶ κολάσεως λόγου., Section 2
Aelius Aristides, Περὶ πολιτικοῦ λόγου 2.8-2
Not analysed yet
περὶ ψόγου. ὁ δὲ ψόγος ἐν τρισὶ τρόποις λαμβάνεται· καὶ γὰρ κατὰ τὴν αὔξησίν ἐστι ψέγειν, καὶ κατὰ παράλειψιν, καὶ κατὰ παραβολήν, κατὰ εὐφημίαν δὲ οὐκέτι, ἀλλὰ κατὰ τὸ ἐναντίον τῇ εὐφημίᾳ, δυσφημίαν. κατὰ δυσφημίαν ψόγος γίνεται, ὅταν τὰ καλῶς πεπραγμένα ἐπὶ τὸ δυσφημότερον ἐξαγγέλληται, οἷον εἰ λέγοι τις ὡς ὁ Μενέλεως οὐχ ὑπὲρ μεγάλων πραγμάτων, οὐχ ὑπὲρ ὧν ὁ βάρβαρος ὕβρισεν εἰς τὴν Ἑλλάδα ἀγανακτῶν ἐπὶ τὴν Τροίαν ἐστράτευσε, μιᾶς δὲ γυναικὸς ἕνεκα οὐκ ἀγαθῆς, ὡς καὶ ὁ τραγικός φησιν, ὦ πλὴν γυναικὸς οὕνεκα στρατηλατεῖν, τἆλλʼ οὐδέν.