Ancient Greek · ~2 min
περὶ ἀφελοῦς λόγου., περὶ ἀξιοπιστίας., Section 1
Aelius Aristides, Περὶ πολιτικοῦ λόγου 1.1-17
Not analysed yet
μέγιστον δὲ ἐν ἀφελεῖ λόγῳ τὸ ὡς ἂν μάλιστα ἀληθινὸν δοκεῖν αὐτόν, φαίνεσθαι καὶ τοιαῦτα εἶναι τὰ λεγόμενα, ὡς ἂν καὶ παντὶ ῥᾴδια ἐνθυμηθῆναι νομίσαι ἄν. τοῦτο δὲ μάλιστα γίνεται, ὅταν ἀπʼ αὐτοῦ τοῦ πράγματος τοῦ εἰσαγομένου ἔννοιαν λαμβάνῃ, οἷον ὡς ἐν τῷ Ἀγησιλάῳ καὶ τὸ τὰ ἐκείνου βούλεσθαι δαπανῶντά φησι μᾶλλον ἢ τὰ τῶν Ἑλλήνων πολεμεῖν. ἐκ γὰρ τοῦ πραχθέντος ὑπὸ τοῦ Ἀγησιλάου, ἔμελλε δὲ τὸ διαβῆναι αὐτὸν εἰς τὴν Ἀσίαν, τὴν ἔννοιαν ταύτην λαβών, διʼ ἧς φρόνιμον αὐτὸν ἐπεδείκνυεν ὄντα, ἀληθῆ μάλιστα ἔδοξε περὶ αὐτοῦ εἰρηκέναι.