Ancient Greek · ~2 min
περὶ ἀφελοῦς λόγου., περὶ κάλλους., Section 1
Aelius Aristides, Περὶ πολιτικοῦ λόγου 1.3-10
Not analysed yet
καὶ αἱ περιεργασίαι δὲ καὶ αἱ σχηματοποιΐαι παρὰ τοῖς ἀφελέσιν ἀφανεῖς εἰσιν. διὰ ταῦτα πολλοῦ ἄξιοί εἰσιν οἱ ἀρχαῖοι· ὅρα γὰρ πῶς σχηματοποιεῖται, καὶ ταῖς ἱππικαῖς, ἥτις κράτιστα ἱππεύοι· οὐ γὰρ ἦν ὅμοιον εἰπεῖν τοῖς ἱππεῦσι· ταχὺ γὰρ ἀγωνιστικὸν ἐποίει τὸν λόγον, ἀλλὰ ταῖς ἱππικαῖς τάξεσιν, ἥ τις κράτιστα ἱππεύοι. ἐσχηματοποίηται οὖν ἀπὸ τοῦ πλήθους εἰς ἓν καὶ ὤρθωται, καὶ παράκειται τῷ ὁμοίῳ ταῖς ἱππικαῖς, ἥτις ἱππεύοι, καὶ ταῖς ὁπλιτικαῖς, ἥτις ἂν ἄριστα σωμάτων ἔχοι.