Ancient Greek · ~3 min
περὶ ἀφελοῦς λόγου., περὶ περιβολῆς., Section 1
Aelius Aristides, Περὶ πολιτικοῦ λόγου 1.2-11
Not analysed yet
πᾶσα δὲ περιβολὴ δύναμιν ἐργάζεται ἐν τῷ λόγῳ, δεῖ δὲ ἡμᾶς ἐπεσκέφθαι καθὸ διαλλάττει τοῦ πολιτικοῦ λόγου ἡ ἐν τῷ ἀφελεῖ λόγῳ γινομένη δύναμις. οὐκοῦν σκόπει· τὸ γὰρ εὖ πράττειν παρὰ τὴν ἀξίαν ἀφορμὴ τοῦ κακῶς φρονεῖν τοῖς ἀνοήτοις γίγνεται. οὔ φημι τοίνυν ἐγὼ λυσιτελεῖν ἐν τῷ ἀφελεῖ τὸ ἀποφαντικὸν τοῦ σχήματος· ἀξίωμα μὲν γὰρ καὶ δύναμιν περιτίθησιν, οὐκέτι δὲ ἁπλοῦν οὐδὲ κατʼ ἄνθρωπόν ἐστιν, ἵνα οὕτως εἴπῃ τις τὸ πρᾶγμα, ἀλλʼ ἐπηρμένον τε καὶ τετυφωμένον· οὐδὲ τὸ ὑποτακτικὸν μόριον· τὸ γὰρ εὖ. τὰ γὰρ τοιαῦτα μόρια ἀναγκάζει τὸν λόγον ἐμπεριλαμβάνοντα τὰ νοήματα στρογγύλον γίνεσθαι καὶ σκληρὸν καὶ κατεσφιγμένον, ὅθεν οὐ χρὴ τὰ μόρια προστιθέναι, ἐπειδὰν δυνάμεώς τι σημεῖον ἐξενεγκεῖν βουλώμεθα, ἀλλʼ ἀπὸ ῥηματικῶν ἄρξασθαι ἁπλῶς.