Ancient Greek · ~3 min
περὶ ἀφελοῦς λόγου., περὶ περιβολῆς., Section 1
Aelius Aristides, Περὶ πολιτικοῦ λόγου 1.3-9
Not analysed yet
περιβολῆς δὲ καὶ τὸ τοιοῦτον καὶ ἔνδοξον ποιοῦν τὸν λόγον καὶ ἔχειν ἀξίωμα, [καὶ] ὅταν τὰ πράγματα μὴ καθʼ ἑαυτὰ εἰσάγῃ τις καὶ ἐπὶ τῶν ὑποκειμένων ὀνομάζῃ, οἷον Καλλίας ἀξιοθέατος ἐφαίνετο διὰ τὸ κατέχεσθαι ἔρωτι τοῦ Αὐτολύκου, ἀλλὰ καὶ ἔξωθεν προσλαμβάνηταί τινα τοῖς ἀορίστοις ὡρισμένα· ἅπαντες μὲν οὖν οἱ ἐκ θεῶν του κατεχόμενοι ἀξιοθέατοι δοκοῦσιν εἶναι. καὶ εἰ μὲν οὖν ἐβούλου ταχέως μεταβῆναι ἐπὶ τὸ ὑποκείμενον καὶ μὴ σφόδρα τὸν λόγον ἐξᾶραι, εἶπες ἄν, μάλιστα δὲ οἱ ὑπὸ ἔρωτος κατεχόμενοι· νῦν δὲ πολλῷ πλέον ἐξήρθη διὰ τὸ προειλῆφθαι διὰ μέσου τὰς διαφοράς, πρὶν προσάγεσθαι τούτου τὸ ὑποκείμενον· ἀλλʼ οἱ μὲν ἐξ ἄλλων πρὸς τὸ γοργότερον ὁρᾶσθαι καὶ φοβερώτερον φθέγγεσθαι καὶ σφοδρότεροι εἶναι φαίνονται.