Ancient Greek
1.7 to 1.8
Aelius Aristides, Περὶ πολιτικοῦ λόγου 1.7-3-8
Not analysed yet
ἀξιόπιστον δὲ καὶ τὸ τιμᾶσθαι προλαμβάνοντα καὶ ζημίας ὁρίζειν καθʼ ἑαυτοῦ ἐφʼ οἷς ἂν διεξίῃ, οἷον ἐγὼ πλέων ἐθελοντὴς πάσχειν ὁτιοῦν ἕτοιμος. καὶ πάλιν ἑτέρωθι ἐν Φιλιππικοῖς, μήτε νῦν μήτε αὖθις ὡς ὑγιαίνοντί μοι προσέχητε. Ἀξιοπιστία καὶ τὸ πλείω καθʼ ἑαυτοῦ νέμειν τῶν ἀληθῶν, οἷον εἰσὶ τῶν ξένων ἀτελεῖς, δέκα θήσω, καὶ μὰ τοὺς θεοὺς ὅπερ εἶπον ἀρτίως, οὐκ οἶμαι πέντε εἶναι. ἀλλὰ μὴν τῶν γε πολιτῶν οὐκ εἰσὶ πέντε ἢ ἕξ. οὐκοῦν ἀμφοτέρων ἑκκαίδεκα. ποιήσωμεν αὐτοὺς εἴκοσιν, εἰ δὲ βούλεσθε, τριάκοντα.