Ancient Greek · ~2 min
Περὶ πολιτικοῦ λόγου, περὶ ἀξιοπιστίας., Section 1
Aelius Aristides, Περὶ πολιτικοῦ λόγου 1.9-2
Not analysed yet
ἀξιοπιστίας καὶ τὸ ἐνδείκνυσθαι ὡς χαλεπὰ μὲν ὄντα περὶ ὧν ἐγχειρεῖ, διὰ δὲ τὸ λυσιτελεῖν τῇ πόλει ῥηθῆναι αὐτὰ λέγειν, κἂν αὐτός τι κινδυνεύῃ, ὡς ἐπὶ κοινῷ συμφέροντι, ἂν δέῃ τι καὶ παθεῖν, προῃρημένος. παράδειγμα δὲ τούτου ἐν τοῖς συμβουλευτικοῖς, ἐγὼ δὲ ὁρῶ μὲν ὡς χαλεπὸν τὰ βέλτιστα λέγειν ἐστίν· ἐξηπατημένων γὰρ ὑμῶν καὶ τῶν μὲν ταυτί, τῶν δὲ ταυτὶ προῃρημένων, ἐὰν τἀναντία τις ἐγχειρῇ λέγειν καὶ ὑμεῖς μὴ περιμένητε μαθεῖν, χαριεῖται μὲν οὐδετέροις, διαβεβλήσεται δὲ πρὸς ἀμφοτέρους· οὐ μὴν ἀλλʼ αἱρήσομαι μᾶλλον αὐτός, ἂν ἄρα τοῦτο πάθω, δοκεῖν φλυαρεῖν ἢ παρʼ ἃ νομίζω βέλτιστα προέσθαι τισὶν ὑμᾶς ἐξαπατῆσαι.