Ancient Greek · ~3 min
περὶ ἀφελοῦς λόγου., Chapter 13, Section 1
Aelius Aristides, Περὶ πολιτικοῦ λόγου 13.1.13
Not analysed yet
καὶ τὸ τὰ ὀνόματα παράλληλα καὶ ἐπιπεπλεγμένα ἀλλήλοις τιθέναι μηδεμιᾶς ἐργασίας τυγχάνοντα τῆς ἀφελείας ἐστίν, οἷον καὶ Ἴωσι καὶ Αἰολεῦσι καὶ Ἑλλησποντίοις. καὶ τὸ μὴ ἀπέχεσθαι τῶν ἐλάττω δύναμιν ἐχόντων καὶ ἧττον προτιμωμένων, ἀλλὰ καὶ τὸ ἀγορὰν εἰπεῖν καὶ τὸ ἐν ἀγορᾷ, καὶ κατʼ εἶδος σιδηρεῖς, σκυτεῖς, καὶ τὰ τοιαῦτα τῆς ἀφελείας. πολλάκις δὲ ὅταν μείζων ᾖ διαφορά, καὶ οὕτως ἐπιπλέκεις, ἤδη μέντοι τινές εἰσιν, οἳ καὶ ἀφίσταντο, καὶ ποτὲ μὲν αὐτὸ μόνον ψιλὸν εἶπες, ποτὲ δὲ τὴν αἰτίαν παρέθηκας, οἷον ὀρεγόμενοι τῆς ἐλευθερίας. τὸ δὲ ἀντὶ τῶν δεικτικῶν τὰ ἐξεταστικὰ παραλαμβάνειν τῆς ἀφελείας, οἷον δεικτικὸν ἐνάργειαν ἔχον, ἐκεῖνος γὰρ ἄρχων μὲν παμπόλλων ἐν τῇ ἠπείρῳ πόλεων, ἄρχων δὲ καὶ νήσων. ἐπιγίγνεται δέ ποτε καὶ ἐνάργεια ἐν ἀφελείᾳ, οἷον ὁ Φιλάμμων, οὐχ ὅτι Γλαύκου τοῦ Καρυστίου.