Ancient Greek · ~3 min
13.1.14 to 13.1.15
Aelius Aristides, Περὶ πολιτικοῦ λόγου 13.1.14-15
Not analysed yet
ἀφελὲς δὲ καὶ τὸ μὴ ὡς ἐν προτάσει κατασκευάζειν, ὅτι καλὸν ἀλλʼ ὡς ἐν συγκρίσει κάλλιον ἄλλου καλοῦ. τὸ δὲ καὶ εἰπόντα τι κατὰ ἀπόφασιν τὴν ὑπερβολὴν εἰπεῖν ἀντὶ τῆς ἀρνήσεως, οἷον οὐδʼ εἰ μέλλοιμί γε. καὶ τὸ ἀντὶ τοῦ ἀκολούθου τὸ ἐναντίον κατὰ ἀναίρεσιν λέγειν ἀφελέστερον καὶ ἐπιμελέστερον, οἷον ἐνταῦθα, ἐπεμελεῖτο, οὗ τὸ ἀκόλουθον ἦν οὐκ ἠμέλει. καὶ τὰ ἀσύνδετα τοῦ ἀφελοῦς ἐστι· λύει γὰρ τὸν ῥυθμόν. τοῦτο δὲ ἐναντίον μὲν τῷ πολιτικῷ, πρέπον δὲ τῷ ἀφελεῖ, οἷον Ἀθηναίους, Θηβαίους, Ἀργείους, Κορινθίους. ἀφελὲς δὲ καὶ τὸ μὴ ἀθρόως λέγειν· ἀθρόως μὲν γάρ ἐστιν εἰπεῖν οἱ Πέρσαι, μερικῶς δὲ τὰ [δὲ] τῶν Περσῶν.