Ancient Greek · ~1 min
περὶ ἀφελοῦς λόγου., Chapter 13, Section 1
Aelius Aristides, Περὶ πολιτικοῦ λόγου 13.1.17
Not analysed yet
αἱ συμπολοκαί εἰσι μὲν μᾶλλον τῶν ἀγωνιστικῶν, γένοιτο δʼ ἄν ποτε καὶ ἐν ἀφελεῖ λόγῳ, ὅταν ἡ μὲν ἀρχὴ συνεστραμμένη ᾖ, διὰ τὴν συμπλοκήν, τὰ δὲ ἑξῆς λελυμένα, οἷον ἔκαιε καὶ ἐπόρθει. δριμύτητα δὲ ποιεῖ καὶ ἡ ἐπαναφορὰ τῆς συμπλοκῆς, ἅμα μὲν ἔκαιεν, ἅμα δὲ καὶ κηρύγματι ἐδήλου, οὐχὶ διεκήρυττεν οὐδὲ ἐκέλευε κηρύττειν.