Ancient Greek · ~4 min
περὶ ἀφελοῦς λόγου., Chapter 13, Section 1
Aelius Aristides, Περὶ πολιτικοῦ λόγου 13.1.16
Not analysed yet
[Καὶ τὸ ἀλλοτρίαις δόξαις ἐπερειδόμενον λέγειν περὶ τῶν πραγμάτων τοῦ ἀφελοῦς ἐστιν, οἷον ἐπειδὴ ἐστασίασαν. ἐπὰν δὲ εἴπῃς, ἐπειδὴ δὲ ἐστασίασαν, τραχὺν ποιεῖ τὸν λόγον.] καὶ τὸ πολλάκις μεταβάλλοντα τὰς πτώσεις τῷ αὐτῷ χρήσασθαι ὀνόματι ἀναστρέφοντα τῆς ἀφελείας ἐστί. τοῦτο μὲν οὖν τοῦ αὐτοῦ τρόπου, τὸ μὴ ἀποκρυψάμενον μήτε τὸ πρᾶγμα μήτε τὸ ὄνομα ἀφανῶς εἰπεῖν, οἷον ἔλεγε δὲ Κύρῳ. συγγραφικὸν δὲ εἰ δεῖ τελείου λόγου, τὸ ἐπὶ τοῖς κατʼ εἶδος ὀνόμασι καὶ [τὸ] ἀόριστον ἐπενεγκεῖν, οἷον Γοργίᾳ καὶ Προδίκῳ καὶ ἄλλοις πολλοῖς. ὅταν δὲ τὸ νόημα ἐξ ἑνὸς τοῦ συμπληροῦντος ὀνόματος ἀπαρτίζηται καὶ ἐπὶ τελευτῆς στῇ ἐφʼ ἑνὶ ὀνόματι, ὥσπερ ἐνταῦθα, ὡς δὲ πάνυ φανερὸς ἦν ἀχθόμενος, εἰ μὴ ἕψοιντο, συνηκολούθησαν, συγγραφικόν ἐστι καὶ λόγου ἦθος ἔχοντος. καὶ τὰ καθʼ ἓν λεγόμενα, οἷον πάντα μὲν χαλκόν, πάντα δὲ φοίνικα, τῆς ἀφελείας ἐστί, τὸ δὲ κατὰ πλῆθος τῆς περιβολῆς καὶ τοῦ ἀξιώματος.