Ancient Greek · ~3 min
περὶ ἀφελοῦς λόγου., Chapter 13, Section 1
Aelius Aristides, Περὶ πολιτικοῦ λόγου 13.1.23
Not analysed yet
πολλάκις εἴρηκα ὅτι τὰ κατὰ σύγκρισιν τῆς ἀφελείας ἐστίν, οἷον ἐφίλει μᾶλλον τὸν Κῦρον ἢ τὸν βασιλεύοντα Ἀρταξέρξην. ὡς ἔχει καὶ τοῦτο, ὥστε αὐτῷ μᾶλλον φίλους εἶναι ἢ βασιλεῖ. καὶ τὸ τοῖς ἧττον ἐμφαντικοῖς χρῆσθαι ὀνόμασι καὶ τὰ μικρότερα ἐπὶ τῶν μεγάλων ὀνομάζειν τοῦ εἴδους τῆς ἀφελείας ἐστίν. ἐν τῇ Ἀναβάσει ἐπὶ τοῦ Κύρου τῶν τε παρʼ ἑαυτῷ βαρβάρων ἐπεμελεῖτο, ἐπὶ μεγάλου πράγματος ὀνομασίαι μικραί· τὸ γὰρ ἐπιμελεῖσθαι οὐκ ἔστιν ἴδιον ἄλλου τινὸς ἢ τῶν μετρίων, καὶ εἴποι ἄν τις οἴκου ἐπιμελεῖται, ἐπὶ στρατοπέδου δὲ ἧττόν ἐστι τοιούτῳ χρήσασθαι ὀνόματι· καὶ ἐν τῷ Ἀγησιλάῳ, καὶ αὐτοῦ κατέμεινε πάλιν ἡδόμενος τῷ ἔργῳ. τὸ γὰρ τοῖς ἧττον ἐμφαντικοῖς χρῆσθαι καὶ μὴ εἰπεῖν, μεγαλοφρονῶν ἢ ἐπηρμένος τῇ νίκῃ, ἀλλʼ ἡδόμενος τῷ ἔργῳ τῆς ἀφελείας.