Ancient Greek · ~2 min
περὶ ἀφελοῦς λόγου., Chapter 13, Section 1
Aelius Aristides, Περὶ πολιτικοῦ λόγου 13.1.24
Not analysed yet
καὶ ἡ τοῦ χρόνου παραλλαγὴ τῆς ἀφελείας ἐστί· τὸ γὰρ παρεληλυθὸς εἰς τὸν ἐνεστῶτα ὁρίζονται, οἷον Κῦρον δὲ μεταπέμπεται ἀπὸ τῆς ἀρχῆς ἀντὶ τοῦ μετεπέμψατο· ὁ χρόνος γὰρ μεταβληθεὶς τὴν ἀφέλειαν ἐποιήσατο. δεῖ γάρ ποθʼ ἡμᾶς ὑποθεῖναι τὰ γεγονότα ὡς γινόμενα, οἷον καλεῖ αὐτὸν εἰς τὴν οἰκίαν καὶ διαλέγεται αὐτῷ, ὡς νῦν γινόμενον τὸ πάλαι γεγονός, καὶ ἔστι καινοπρέπεια ἐν τῷ τοιούτῳ.