Ancient Greek · ~2 min
2.6 to 2.7
Aelius Aristides, Περὶ πολιτικοῦ λόγου 2.6-7
Not analysed yet
καὶ τὸ γνωμολογεῖν δὲ τῆς σεμνότητός ἐστιν, οἷον τὸ γὰρ εὖ πράττειν παρὰ τὴν ἀξίαν ἀφορμὴ τοῦ κακῶς φρονεῖν τοῖς ἀνοήτοις γίνεται. καὶ τὸ τὰ ἧττον ἐκτετιμημένα ἐκβάλλοντα καὶ ἀναιροῦντα ἀντεισάγειν τὰ μᾶλλον προτετιμημένα τῆς σεμνότητός ἐστιν, οὐ λίθοις ἐτείχισα τὴν πόλιν οὔτε πλίνθοις ἐγώ, ἀλλʼ ἐὰν τὸν ἐμὸν τειχισμὸν θέλῃς μαθεῖν, νῦν τὰ μᾶλλον προτετιμημένα εὑρήσεις ὅπλα καὶ πόλεις καὶ τόπους καὶ λιμένας.