Ancient Greek
Περὶ πολιτικοῦ λόγου, περὶ σεμνότητος., Section 2
Aelius Aristides, Περὶ πολιτικοῦ λόγου 2.8
Not analysed yet
σεμνότητα δὲ ἔχει καὶ ὅταν μὴ εὐθὺς ἐπιτρέχῃς τῷ εἰσαγομένῳ, ἀλλὰ προσλαμβάνῃς τὰς δυνάμεις αὐτῶν καὶ προαναρτᾷς τὸν λόγον. ἓν δέ τι κοινὸν ἡ φύσις τῶν εὖ φρονούντων ἐν ἑαυτῇ κέκτηται φυλακτήριον, καὶ οὐκ εὐθὺς ἐπήγαγε καὶ εἶπεν ἀπιστίαν, ἀλλὰ προσλαβὼν τούτου τὰς δυνάμεις καὶ ἀναρτήσας, ὃ πᾶσι μέν ἐστιν ἀγαθὸν καὶ σωτήριον, μάλιστα δὲ τοῖς πλήθεσι πρὸς τοὺς τυράννους, καὶ ἄλλη ἐπανάληψις τί οὖν ἐστι τοῦτο, εἶτα τὸ εἰσαγόμενον ἀπιστία. ὅμοιον δὲ τούτῳ κἀκεῖνο ὃ καὶ τοῦ Περσῶν ἐκράτησε πλούτου καὶ ἐλευθέραν ἦγε τὴν Ἑλλάδα, καὶ οὔτε ναυμαχίας οὔτε πεζῆς μάχης ἡττᾶτο, νῦν δὲ ἀπολωλὸς ἅπαντα λελύμανται, καὶ ἄνω καὶ κάτω πεποίηκε πάντα τὰ πράγματα, καὶ τοσούτων προεκκειμένων οὔπω εἴρηται τὸ τί, ἀλλʼ ἐπαναλήψει χρησάμενος νῦν εἰσάξει, τί οὖν ἦν τοῦτο; εἶτα τὸ εἰσαγόμενον καθʼ ἑαυτό, ὡς ἐκεῖ ἀπιστία, οὕτως ἐνθάδε, τοὺς παρὰ τῶν ἄρχειν βουλομένων ἢ διαφθείρειν τὴν Ἑλλάδα χρήματα λαμβάνοντας ἅπαντες ἐμίσουν.