Ancient Greek · ~3 min
2.9 to 2.11
Aelius Aristides, Περὶ πολιτικοῦ λόγου 2.9-11
Not analysed yet
καὶ οἱ ἀφορισμοὶ δὲ οἱ ἐν τῷ καθόλου σεμνότητα ἔχουσιν, οἷον πόλεως γὰρ ἔγωγε πλοῦτον ἡγοῦμαι συμμάχους, πίστιν, εὔνοιαν. καὶ τὸ ὑπέρχεσθαι δὲ ἀεὶ τὰ ἔνδοξα ἢ πρόσωπα ἢ πράγματα ἀπάγοντα ἀφʼ ἑαυτοῦ σεμνὸν πάνυ, οἷον καὶ τούτων οὐδὲν καινόν, οὐδὲ εὕρημα ἐμόν, ἀλλὰ παλαιὸς ὃν οὗτος παρέβη νόμος οὕτω κελεύει νομοθετεῖν, καὶ πάλιν οὐ λόγους ἐμαυτοῦ λέγων, ἀλλὰ γράμματα τῶν ὑμετέρων προγόνων. σχῆμα δὲ καὶ τοῦτο τῆς σεμνότητος τὸ ἀσύνδετα παρατιθέναι τὰ νοήματα, ἐφεξῆς ἐπιτιθέντα ἀλλήλοις, οἷον Μειδίας Ἀναγυράσιος προβέβληται, τὰ ἀπόρρητα οἶδεν, ἡ πόλις αὐτὸν οὐ χωρεῖ. καὶ πάλιν ἐφʼ Ἑλλήσποντον οἴχεται, πρότερον ἧκεν ἐπʼ Ἀμβρακίαν, Ἦλιν ἔχει τηλικαύτην πόλιν ἐν Πελοποννήσῳ, Μεγάροις ἐπεβούλευσε πρώην, οὔθʼ ἡ Ἑλλὰς οὔτε ἡ βάρβαρος τὴν πλεονεξίαν χωρεῖ τοῦ ἀνθρώπου.