Ancient Greek
107.1
Aelius Dionysius, Ἀττικὰ ὀνόματα 107.1
Unproofread scanNot analysed yet
18. Eustath. p. 1279, 40. διὸ κατὰ τοὺς παλαιούς Ἀθή-νησιν αἰδοῦς καὶ ἀφελείας ἦν βωμοὶ περὶ τὸν τῆς Πο-λιάδος Ἀθηνᾶς νεών, καθὰ καὶ Πausanias ἱστορεῖ, ὡς οἱ μὲν παιδαγωγοὺς, οἱ δὲ τροφοὺς τῆς θεοῦ γενέσθαι φασίν. ἐστὶ δὲ αὐτὸ αἴνημα τοῦ χρήναι τὸν διδασκόμενον ἢ τὰ πρὸς φρόνησιν Ἀθηρῶν ἢ τὰ πρὸς ἄλλας τέχνας, ὧν Ἀθηνᾶ ἐπι-στατεῖ, αἰδοῦ τε τηρεῖν εἰς τοὺς διδασκάλους καὶ ἀφελῶς αὐ-τοῖς προσφέρεσθαι καὶ ἀπειρέως οἷα μὴ εἰδότας. τὸ γὰρ ἔξω τοῦ δέοντος περιέργον πονηρίαν τε ἔχει ἀπρεπῆ καὶ τοὺς διδασκάλους λυπεῖ. ὅτι δὲ ἀφέλειαν οὐ μόνον ἐπὶ ἀπλότητος οἱ παλαιοὶ ἐτίθουν, ἀλλὰ καὶ ἐπὶ μεγαλείου τινὸς καὶ ἐνδο-ξότητος, ἐν ῥητορικοῖς δηλοῦται λεξικοῖς¹).