Ancient Greek
126.3 to 127.1
Aelius Dionysius, Ἀττικὰ ὀνόματα 126.3-127.1
Unproofread scanNot analysed yet
58 Eustath. p. 1216, 64. δήλον δὲ ὅτι ἐπὶ τοῦ σπεύδειv οἱ Ἀττικοὶ ἔλεγον τὸ ἀνύειv. Αἴλιος δὲ Διονύσιος φησὶ καὶ ὅτι δασεῖα ἡ πρώτη1) [τουτέστιν ἐδάσυνον οἱ Ἀττικοὶ καὶ τὴν ἄρχουσαν τοῦ ἀνύειv]. 59 Eustath. p. 1434, 1. καὶ τὸ ἄπαν, ὄνομα ὧv, Ἰωνες συστέλλουσι καὶ ὁ ποιητής, οἷον τῶν δ' ἄπαν ἐπλήσθη πέδιον (Y 156) Ἀττικοὶ δὲ κατὰ Αἰλίου Διονυσίου ἐκτείνουν τὴν ὑστέραν τοῦ ἄπαν¹). ἕτερος δὲ ὁ ἥτωρ ἐν οἰκείῳ λεξικῷ γράφει, ὅτι ὁ λόγος ἀξιοῖ βραχύνειν τὸ ἄπαν. τὰ γὰρ παρασηματιζόμενα τοῖς εἰς ᾳς οὐδέτερα βραχύνονται, οἷον μέλαν, τάλαν.