Ancient Greek
139.2
Aelius Dionysius, Ἀττικὰ ὀνόματα 139.2
Unproofread scanNot analysed yet
86. Eustath. p. 1039, 36¹). ἄφλαστον²) δέ, φασίν, οὐχὶ τὸ ἀκροστόλιον, διαφέρουσι γὰρ αἱ λέξεις, ἀλλὰ κατὰ Αἰδυμον, ὡς φησι Πausανίας, τὸ ἐπὶ πρύμνης ἀνατεταμένον εἰς ὕψος ἐκ κανόνων πλατέων ἐπικεχαμένων, διήκοντος δι’ αὐτῶν πλατέος κανονίου, ἐπηρεισμένου τούτῳ στυλίσκου, ὀπίσθεν τοῦ κυβερνήτου. κρεμάννυται δ’ ἐκ τῶν κανονίων καὶ τοῦ θρανίου ταυρία³) εἰς παράσημον δηλαδὴ τῆς νῆος. [καὶ τοιοῦτον μὲν τὸ ἄφλαστον ἐτυμολογούμενον ἀπὸ τῶν μὴ ὁρώτως φλάσθα ἤγουσιν θλάσθαι κατὰ διᾶλεκτον Ἀττικήν, ὡς δηλοῦται καὶ παρὰ τῷ κοσμικῷ]. Ἀχροστόλιον⁴) δέ, φασί, τὸ ἀπὸ τῆς πτυχῆς ἀνατεινον ξύλον ἐπὶ τὴν πρῶραν, περὶ οὗ καὶ αὐτοῦ φησιν ὁ Αἰδύμος, ὅτι τὸ λεγόμενον ἀχροστόλιόν ἐστιν ἄχρος στόλος. στόλος δέ ἐστι τὸ ἀπὸ τῆς λεγομένης πτυχῆς ξύλον πλατύ. πτυχή δέ ἐστιν ὅπου οἱ τε ὀφθαλμοὶ ζωγραφοῦνται καὶ τὸ τῆς νεὼς ὄνομα ἐπιγράφεται. ἕτεροι δὲ καὶ τὸ στερὸν καὶ εἰς οὗν λήγον στόλον φασίν.