Ancient Greek
155.2
Aelius Dionysius, Ἀττικὰ ὀνόματα 155.2
Unproofread scanNot analysed yet
119 Eustath. p. 396, 22. ἰστέον δὲ ὅτι ἐν τῷ Αἰλίου Λιονυσίου λεξικῷ φέρεται, ὅτι λέγεται οὐ μόνον δένδρον¹), ἀλλὰ καὶ δένδρεον καὶ δένδροσ. γηοὶ γοῦν ὅτι δένδρον μᾶλλον ἢ δένδρος, καὶ δένδρα μᾶλλον ἢ δένδρη, καὶ αἱ πτώσεις δένδρου καὶ δένδρω, μᾶλλον ἢ δένδρει, καὶ δένδρους. Ξενοφῶν δέ, φησίν, ἐκείνως μᾶλλον ὀνομάζει, δένδρος καὶ δένδρει καὶ δένδρεσι καὶ δένδρη καὶ δένδρεα. Ὅμηρος δὲ ἐνθα μὲν δένδρεα λέγει ἐνθὰ δὲ „δενδρέω ἐφεζόμενοι“. ὅτι δὲ ἐκ τοῦ δένδρου καὶ δενδρύνζειν²), ὡς καὶ ἐν Ὀδυσσείᾳ γέγραπται, τὸ δρυοὶ σκέπεσθαι καὶ τὸ καθ’ ὕδατος δύεσθαι, τὰ ὡητορικὰ δηλοῦσι λεξικά. Ὁ δὴ ὡηθεὶς Λιονυσίος φησίν, ὅτι καὶ φωρίην τινα καλοῦσιν οἱ φωρασχοὶ δενδρύνζουσαν.