Ancient Greek
162.2
Aelius Dionysius, Ἀττικὰ ὀνόματα 162.2
Unproofread scanNot analysed yet
139. Eustath. p. 1760, 55. δῆλον δέ, ὡς ἐκ ταύτης (sc. τῆς Δωδώνης) καὶ τὸ παροιμιχὸν Δωδωναίων χαλκεῖον 1), περὶ οὗ Πausανίας φησίν, ὅτι ἐν Δωδώνῃ πολλῶν παραλλήλων κειμένων λεβήτων, εἰ τις ἑνὸς ἀφεται, φασιν, ἐκ διαδοχῆς πάντας ἠχεῖν. Ἀριστοτέλης 2) δὲ δύο στυλούς εἶναι λέγει, καὶ ἐπὶ μὲν θατέρου λέβητα ἑστάναι, ἐπὶ δὲ θατέρου παιδα κρατοῦντα μάστιγα, ἥς τοὺς ἱμάντας χαλχείους ὄντας καὶ σειομένους ὑπ’ ἀνέμου τῷ λέβητι προσχρούειν, τὸν δὲ τυπτόμενον ἠχεῖν.