Ancient Greek
167.4
Aelius Dionysius, Ἀττικὰ ὀνόματα 167.4
Unproofread scanNot analysed yet
154. Eustath. p. 1394, 41. Παυσανίας δὲ λέγει καὶ γυναῖκας εἰλίποδας¹) διὰ τὴν ἔνδεσιν τῶν μηρῶν. 155. Eustath. p. 947, 6. ἰλλάδες¹) δὲ φασὶ κατ' Ἰωνας δεσμοὶ ἐξ ἱμάντων ἢ λύγων ἀπὸ τοῦ εἴλλω, ἢ ἴλλω· „τὸ συστρέφω“, ὅς ἐν εἴδει στρεβλώσεως²). λέγεται γὰρ καὶ ἐπὶ τοιαύτης σημασίας τὸ εἰλεῖν, ὡς δηλοῖ καὶ ὁ Παυσανίας εἰπὼν εἰλάειν (l. εἴλλειν)³)· στρεβλοῦν, πιέζειν. μάλιστα δὲ ἐπὶ ὑγρῶν οἰκεία ἢ λέξις, οἷον σταφυλῶν [κατ' αὐτὸν] ἢ ἐλαίων. καὶ εἰλεῖν⁴) τὸ συνάγειν, φησίν, εἰς ταῦτὸ σταφυλάς. ἕτερος δὲ τεχνικὸς φησίν· εἰλεῖν· ἐκπιέζειν ἐλαίας ἢ στέμφυλα.