Ancient Greek
174.2
Aelius Dionysius, Ἀττικὰ ὀνόματα 174.2
Unproofread scanNot analysed yet
171 Eustath. p. 1337, 42. ἀπὸ δὲ τῆς αὐλῆς καὶ τὸ αὐλιὸν ὑποχωριστικῶς ἢ κατὰ παραγωγὴν ὡς τὸ ἄγριον, καὶ ἡ αὐλεῖος θύρα, καὶ ἐπαύλια τὰ μετὰ τὸν γάμον, ὡς δηλοῖ καὶ Πανσαρίας, ἐν οἷς λέγει ἐπαυλίαν ἡμέραν¹), καθ’ ἣν ἐν τῇ τοῦ νυμφίου οἰκίᾳ ἢ νύμφη πρῶτον ἐπηύλισται, καὶ ἐπαύλια τὰ μετὰ τὴν ἐχομένην ἡμέραν τοῦ γάμου δῶρα παρὰ τοῦ τῆς νύμφης πατρὸς, φερόμενα τοῖς νυμφίοις ἐν σχήματι πομπῆς. παῖς γάρ, φησιν, ἤρειτο χλανίδα λευκὴν ἔχων καὶ λαμπάδα καιομένην, ἔπειτα παῖς ἕτερα καρηφόρος, εἶτα λοιπαί, φέρουσαι λεκανίδας, σμήγματα, φορεῖα, κτένας, κοῖτας, ἀλεβάστρους, βαρδάλια, θήκας, μέτρα, νίτρα²), ἐνιοτέ, φησί, καὶ τὴν προῖκα.