Ancient Greek
175.4
Aelius Dionysius, Ἀττικὰ ὀνόματα 175.4
Unproofread scanNot analysed yet
ἐδίκασον δὲ κατὰ Πausanían²) ἔχει ἀκουσίους φόνους οἱ ἐφέται. Ἀργεῖοι γάρ, φησιν, ἀπὸ Ἰλίου πλέοντες, ἡνίκα προσἔσχον Φαλήρους ὑπὸ Ἀθηναίων ἀγρουύμενοι ἀνηρέθησαν. ὕστερον δὲ Ἀκάμαντος γνωρίσαντος καὶ τοῦ ἰστορηθέντος Παλλαδίου εὑρεθέντος, κατὰ χρησμὸν αὐτῷ τὸ δικαστήριον ἀπέδειξαν. Κλειτοδήμος φησιν, Ἀγαμέμνονος σὺν τῷ παλλαδίῳ προσενεχθέντος ταῖς Ἀθήναις Δημοφῶντα τὸ παλλάδιον ἀρπάσαι καὶ πολλοὺς τῶν διωκότων ἀνελεῖν. τοῦ δὲ Ἀγαμέμνονος δυσχεραίνοντος κρίσιν αὐτοὺς ὑποσχεῖν ἐπὶ πεντήκοντα Ἀθηναίων καὶ τοσούτων Ἀργείων, οὓς ἐφέτας κληθῆναι, διὰ τὸ παρ' ἀμφοτέρων ἐφεθῆναι αὐτοῖς περὶ κρίσεως καὶ τὸ δικαστήριον ἐπώνυμον τῇ Παλλάδι γενέσθαι.