Ancient Greek
179.1
Aelius Dionysius, Ἀττικὰ ὀνόματα 179.1
Unproofread scanNot analysed yet
ναυκείου μορίου φασίν. Κρατῖνος (fr. 381. Kock). δὲ τὴν ὁσφὺν οὕτως ἔφη. 185. Eustath. p. 1864, 14. δοκεῖ δὲ τι πρὸς πορνῆϊαν τῇ τοιούτῳ Εὐρυβάτῃ συμβαλέσθαι καὶ ἡ πατρίς Ἐφεσος, ἀφ᾿ ἧς καὶ παροιμία τὸ Ἐφέσια γράμματα ἐπὶ τῶν ἄσαφῃ τινα λαλούντων καὶ δυσπαρακολούθητα. ἐποδαὶ γὰρ τινές, φασιν, Ἐφέσια γράμματα ἐκεῖνα ἦσαν, ὡς καὶ Κροῖσος ἐπὶ τῆς πυρᾶς εἰπὼν ὠφελήθη· καὶ ἐν Ὀλυμπία δέ, φασί, Μιλησίων τινὸς καὶ Ἐφεσίου παλαιόντων τὸν Μιλῆσιον μὴ δύνασθαι παλαίειν διὰ τὸ τὸν ἕτερον περὶ τῷ ἀστραγάλῳ ἔχειν τὰ Ἐφέσια γράμματα, ὧν γνωσθέντων καὶ λυθέντων τριακοντάκις τὸ ἐφεξῆς πεσεῖν τὸν Ἐφέσιον¹). Πausanías δὲ γησιν ἐν τῷ κατ᾿ αὐτὸν ὀρθογραφικῷ λεξικῷ καὶ ὅτι φωνὰ ἦσαν τὰ Ἐφέσια γράμματα φυσικὸν ἐμπεριέχουσα τῶν ἀλεξιμαχῶν, ὡς καὶ Κροῖσον ἐπὶ πυρᾶς, γησὶ καὶ αὐτός, εἰπεῖν, καὶ ὅτι ἄσαφῶς καὶ αἰνυματωδῶς δοκεῖ ἐπὶ ποδῶν καὶ ζώης, καὶ στεφάνης ἐπιγεγράφθαι τῆς Ἀρτέμιδος τὰ τοιαῦτα γράμματα.