Ancient Greek
184.1
Aelius Dionysius, Ἀττικὰ ὀνόματα 184.1
Unproofread scanNot analysed yet
ὁ Ἡρακλεώτης λίθος, ὁ ὑφ’ ἡμῶν λεγόμενος Μάρης, ὁ ἐπισπώμενος τὸν σίδηρον. 198. Eustath. p. 1593, 15. τὸν δὲ Ἡρακλῆν, οὐ πολὺς λόγος τοῖς παλαιοῖς καὶ Ἡρακλείδην¹) Παυσανίας καλεῖσθαι φησίν. cf. Eustath. p. 989, 46. ὅτι δὲ ὁ δηλωθεὶς Ἡρακλῆς καὶ Ἡρακλείδης ἐκαλεῖτο ὡς Ἀριστείδης, ἔτι δὲ καὶ Ἡρύλλος²) ἐν τοῖς σατυρικοῖς, δηλοῦσιν οἱ κατὰ στοιχεῖον τὰ ῥητορικὰ ἐκθέμενοι, παρ’ οἷς δῆλον καὶ ὡς ὑποκεκόρισται ὁ Ἡρύλλος ἐκ τοῦ Ἡρακλῆς, ὡς ἐκ τοῦ Ἀριστοκλῆς ὁ Ἀρίστυλλος³) παρὰ τῷ κομικῷ καὶ ἐκ τοῦ Βαθυκλῆς Βάθυλλος.