Ancient Greek
185.2
Aelius Dionysius, Ἀττικὰ ὀνόματα 185.2
Unproofread scanNot analysed yet
201. Eustath. p. 298, 2. ἰστέον δὲ καὶ ὅτι Ἄμυρίς τις εὑρίσκεται δίχα τοῦ θ ἐν ταῖς τῶν παροιμιῶν ἀναγραφαῖς, εἴτε μονοειδὲς εἴτε καὶ ἑτεροῖς· διὸ καὶ ἐν τῇ παροιμίᾳ τῇ λεγομένῃ „Θάμυρις μαίνεται“ τινὲς Ἄμυριν ἔγραφαν δίχα τοῦ ἐν ἀρχαῖς θ, περὶ οὗ Πausanías ἐν τῷ κατὰ στοιχεῖον ῥητορικῷ αὐτοῦ λεξικῷ¹) ἱστορεῖ, ὅτι θεοφρόν ἐπὸ Σὺβαρίτῶν πεμφθεὶς εἰς Δελφοὺς περὶ εὐδαμονίας καὶ τοῦ θεοῦ χρησαντος ἀπολέιων Συβαρίτας, ὅταν ἀνθρώπους θεῶν προτιμήσωσιν, ἰδὼν δοῦλον μαστιγούμενον καὶ εἰς ἱερὸν προσφυγόντα καὶ μὴ ἀπολυόμενον, ὑστερον δὲ εἰς τὸ τοῦ μαστιγούντος πατρὸς μνήμα καταφυγόντα καὶ ἀπολυθέντα, συνεὶς τὸ λόγιον καὶ ἐξαργυρισάμενος τὰ ἴδια ἀπῆλθεν εἰς Πελοπόννησον. καὶ Συβαρίται μὲν, ὁ λογισμὸς πεποίηκεν, εἰς μανίαν ἐδέξαντο, ἐπιλέγοντες· Ἄμυρις μαίνεται· ὁ δὲ τῷ χρόνῳ διὰ τὴν προσποίητον μανίαν ἐθαυμάσθη.