Ancient Greek
186.2
Aelius Dionysius, Ἀττικὰ ὀνόματα 186.2
Unproofread scanNot analysed yet
204. Eustath. p. 331, 13. Θετταλικὴ ἐλέγετο ἐνθεσίς¹) μέγας ψωμός, ὡς Πανσαρίας δηλοῖ, καὶ Θετταλικὰ πτερά²) διὰ τὸ πτέρυγας ἔχειν τὰς Θετταλικὰς χλαμύδας, ὡς ἕτερος ῥήτωρ Θετταλικὰ γέρα³) λέγει διὰ τὸ ἐπαθλον ἐν τοῖς ἐκεῖ ἀγῶσιν αὐτὰς κείσθαι, ὃς λέγει καὶ ὅτι Θετταλικοὶ δίφροι⁴) διάφοροι, τουτέστι διαφέροντες πρὸς τοὺς ἄλλους, καὶ ὅτι Θετταλὸν σόφισμα⁵) ἐπὶ τῶν μὴ εὐθυμαχούντων ἐν παρατάξει παρομοιάζεται, ἀλλὰ κακουργούντων. Πανσαρίας δὲ εἰς τοῦτο σαφέστερον γράφων φησί⁶): Θετταλὸν σόφισμα ἐπὶ μάχης καὶ ἐπὶ σχήματος καὶ ἐπὶ παραχρῆσεως τάπτεται ἀπὸ αἰτίας τοιαύτης. Ἀρᾶτω κατιόντι ὁ θεὸς ἔχρησε φυλαξασθαι, μὴ λάθωσιν αὐτὸν οἱ ἐξ ἐναντίας εὐχὴ μειζονι καὶ λαμπροτέρας κατ’ αὐτοῦ χρησάμενοι. ὁ δὲ εκατόμβην ἀνδρῶν εὐξατο θύσειν τῷ Ἀπόλλωνι. κατορθώσας δέ, ὃ ἐβούλετο, ἀνεβάλλετο ἀεὶ τὴν θυσίαν διὰ τὸ μὴ ἱεροπρεπῇ εἶναι, [ὅθεν ἡ παροιμία ἐπὶ τῶν διατριβόντων τὰς ὑποσχέσεις ἢ καὶ ἄλλως παραχρούντων].