Ancient Greek
208.3
Aelius Dionysius, Ἀττικὰ ὀνόματα 208.3
Unproofread scanNot analysed yet
ναὶ μὰ τόδε σκήπτρον (A 234), ἀπωμοτικὰ δὲ τὸ „μὰ τόν“ καὶ „οὐ μὰ τόν“. Ε. 264. Eustath. p. 1167, 23. (Antecedit fr. 164) ὁ δὲ Παυσανίας λέγει, καὶ ὅτι ὀρχήσεως εἶδος καὶ ὁ ξιφισμός καὶ ὑπὸ τὸν ὑμένα λευχόν. ἐν τούτῳ γὰρ τὸ σπέρμα καὶ οὐκ ἐν τῷ καλουμένῳ νεοττῷ. διεψευσθήσαν γὰρ οἱ πρὸ τοῦ τοῦτο φήσαντες, καὶ ἐστὶ τὸ ὠχρόν περιπτώμα τοῦ σπέρματος. ὅτι δὲ καὶ τὸ ὠχρόν ὅττον ἤλεγεν, μαρτυρεῖ καὶ Χρύσιππος ἐν τῷ περὶ χρησμῶν. ὄναρ γάρ τινά, φησί, θεασάμενον ἐκ τῆς κλίνης αὐτοῦ κρέμασθαι ὡς, προσαναθέσθαι ὀνειροχρήτῃ. τὸν δὲ εἰπεῖν „ὁρῶντων θησαυρὸν εὐρήσεις κατὰ τὸν τόπον τοῦτον“. εὕροντα δὲ σταμνίον, ἐν ᾧ ἀργύριον ἢν καὶ χρυσίον, ἐνεγκεῖν τι τοῦ ἀργυρίου τῷ μάντει. τὸν δὲ μάντιν εἰπεῖν· τοῦ δὲ νεοττοῦ οὐδέν μοι δίδως; καὶ Αἴλιος (fr. 121. Kock.) κέχρηται τῇ λέξει·