Ancient Greek
225.1
Aelius Dionysius, Ἀττικὰ ὀνόματα 225.1
Unproofread scanNot analysed yet
ὀλιγοδάπανος, ὡς πολυτελὴς ὁ πολυδάπανος. ἐκ δὲ τοῦ σημαίνοντος τὴν τάξιν ἤδη δὲ καὶ ἀρχὴν αἱ μυστικαὶ τελεταὶ καὶ τὸ τελειοῦσθαι ἀντὶ τοῦ μυεῖσθαι καὶ ἡ κατ’ ἀρχὴν τελειότης, καὶ οἱ κατ’ αὐτὴν τέλειοι καὶ οἱ ἐν τέλει, τούτεστιν οἱ ἀρχικοὶ καὶ τάσσοντες, ἥτοι κοσμητόρες, ὡς τὸ τοῖς ἐν τέλει βεβῶσι πείσομαι (Soph. Ant. 67). ἐκ δὲ τοῦ λοιποῦ τέλους, ὅ σημαίνει τὸν γάμον, τὰ προτέλεια, ὧν χρήσις μὲν μόνη παρὰ Αἰλίῳ Διονυσίῳ, ἐρμηνεία δὲ παρὰ Πausanίᾳ εἰπόντι· ὅτε προτέλεια ἢ πρὸ τῶν γάμων θεία (l. θυσία), ἵσως τὰ λεγόμενα θεώρητρα. ἐκεῖθεν δὲ καὶ τέλειοι, οἱ γεγαμηκότες καὶ τελειωθῆναι τὸ γῆμαι. δῆλον δὲ ὅτι καὶ τὸ παντὸς πράγματος πέρας τέλος λέγεται, ἀφ’ οὗ καὶ ἡ τελευταία κτλ.