Ancient Greek
227.1
Aelius Dionysius, Ἀττικὰ ὀνόματα 227.1
Unproofread scanNot analysed yet
ὀκνοῦσιν οἱ Ἀττικοὶ μᾶμην λέγειν, ὡς τῶν πολλῶν οὕτω τὴν μητέρα λεγόντων. 310. Eustath. p. 598, 27. σημείωσα δὲ ὡς ἡ πλήμνη καὶ τόρμη λέγεται, καθὰ δηλοῖ ὁ γράψας· τόρμη¹) ἢ πλήμνη, εἰς ἣν ὁ ἀξὼν ἐνήρμοσται, καὶ ὁ ἐν ἱπποδρόμῳ δὲ δρόμος, ἢ ἡ κάμπη, καὶ ὁ ὑσπληξ —[οἴδαμεν δὲ καὶ, ὡς ἡ τῶν Κρητῶν γλῶσσα τόρμαν²) οἷδεν ἰδίαν καθ’ ὁμοιότητα τῶν ἐνταῦθα, ἥς ὁ προάρχων τορμάρχης λέγεται παρ’ αὐτοῖς.] Παυσανίας δὲ ἐκ τῆς τόρμης καὶ ἐκτορμεῖν³) λέγει τὸ τοῦ καθήκοντος δρόμου ἐκβαίνειν.