Ancient Greek
227.6
Aelius Dionysius, Ἀττικὰ ὀνόματα 227.6
Unproofread scanNot analysed yet
ἐφευγε κάγω τῆς ὑπαντάς εἴχομην. τοὺς ὀφθαλμοὺς καὶ τὰ πρόσωπα (οὕτως γὰρ εἴρηται ἀεὶ παρὰ τοῖς παλαιοῖς) λέγει Διονύσιος ὁ Ἀλικαρνασσεὺς ἐν τῷ περὶ χρήσεως Ἀττικῶν ὀνομάτων, ὅτι τὴν ὑπὸ εἰώθασιν οἱ παλαιοὶ πολλάκις καὶ ἀντὶ τῆς πρὸ ἐκτιθέναι, ὡς τὸ ὑπειπεῖν²) ἀντὶ τοῦ προειπεῖν καὶ ὑπάγειν³) ἀντὶ τοῦ προάγειν, οὕτω καὶ τὸ ὑπογράφειν⁴) τοὺς ὀφθαλμοὺς ἢ τὸ πρόσωπον ἀντὶ τοῦ προγράφειν.