Ancient Greek
238.5 to 239.2
Aelius Dionysius, Ἀττικὰ ὀνόματα 238.5-239.2
Unproofread scanNot analysed yet
339. Eustath. p. 789, 51. ἐν δὲ παλαιῷ τινὶ κατὰ 15 στοιχεῖον λεξικῷ γράφεται οὕτως· ἄβρόταξις· ἁμαρτία, [διαμφόδησις] καὶ ἄβροτάξομεν· ἁμαρτήσομεν ἀλλήλων. καὶ ὅρα τὸ διαμφοδησαὶ παρὰ τοῖς παλαιοῖς. ἀντὶ τοῦ ὧδε καὶ ἐκεῖ παρατρέπεσθαι καὶ ἀστοχῆσαι τῆς ὀρθῆς ἀμφόδου (=Cram. Anecd. Par. III. 373). 340. Eustath. p. 200, 1. ἐν δὲ ῥητορικῷ λεξικῷ γρά- 20 φεται ταῦτα· ἄγανὸν· τὸ καλὸν καὶ ἥδυ καὶ προσηρές. ποτὲ δὲ κατ’ ἀντίφρασιν τὸ χαλεπὸν· ἐν ἑτέρῳ δέ, ὅτι ἔστι καὶ ἄγανον²) προσαγορευτῶς καὶ δηλοῖ τὸ κατεαγός. τραγικώτερον δέ, φησί, τὸ ὄνομα (=Cram. An. Par. III. 373, 32.) . 341. Eustath. p. 1414, 28. ἰστέον δέ, ὡς ἡ τολύπη καὶ ἄγμα λέγεται, τὸ καὶ κάταγμα παρὰ Σοφοκλεῖ (Trach. 695.) . εὑρίσκεται γοῦν ἐν λεξικῷ ῥητορικῷ, ὅτι ἄγμα¹) οὐ μόνον σύντριμμα ἀλλὰ καὶ κατειργασμένον ξίον. ὅτι δὲ καὶ βήρηξ²) ἢ αὐτὴ ἐλέγετο, δηλοῖ δ εἰπὼν· βήρηκες· φυράματα μαζῶν καὶ αἱ τολύπα³) τῶν ξίων.