Ancient Greek
242.4 to 244.1
Aelius Dionysius, Ἀττικὰ ὀνόματα 242.4-244.1
Unproofread scanNot analysed yet
353. Eustath. p. 1920, 30. περιρρηδὴς 1) δὲ ὁ ἐρραντισμένος αἵματι, ὡς ἀπὸ τοῦ βάξω, περὶ οὗ προεἴρηται (p. 1887, 45). οὗ δεύτερος ἀόριστος ἐρραδον. ὁθεν ὁ περιρρηδὴς. εὑρίσκεται δὲ καὶ ἀμφιρρηδὴς 2) ἐν ῥητορικῷ λεξικῷ καθ’ ὁμοιότητα τούτου λεχθέν. 354. Eustath. p. 1095, 8. δῆλον δὲ ὅτι τοῦ ἀναβεβρυχένα λειότερον τὸ ἀναβλύζειν ἐστίν. αὐτὸ δὲ καὶ ἀναβλυσθονεῖν¹) λέγεται, ὡς ἐν ῥητορικῷ εὑρίσκεται λεξικῷ. 355. Eustath. p. 1291, 35. ἄραντα¹) δὲ τὰ προσάντη καὶ ἀνωφερή. κάταντα²) δὲ τὰ κατωφερή. πᾶραντα³) δὲ, ὡς ἐν ῥητορικῷ κείται λεξικῷ, πλάγια ἐτεροκλινῆ ἢ προσόμαλα καὶ γήλοφα. δόγματα δὲ τὰ πλάγια. 356. Eustath. p. 1667, 64. ἐν δὲ ῥητορικῷ λεξικῷ εὑρίσκεται καὶ ταῦτα· Ἄοργος⁴) λυμὴν περὶ Τυρσηρίαν. καὶ ἐν Κύμη δέ, φησί, τῇ Χαλκιδικῇ Ἄοργος λίμνη, περὶ ἣν πεφυκότων πολλῶν δένδρων μηδὲν τῶν ἀποπιπτόντων φύλλων ἐμπίπτειν εἰς αὐτήν. εἶναι δὲ καὶ νεκρομαντεῖον ἐκεῖ, [ταῦτόν δὲ εἰπεῖν ψυχοπόμπιον²) κατὰ τὸν γράφαντα, ὅτι ἐστὶ καὶ ἐν Μολοττοῖς ψυχοπόμπιον, ὅθεν θεοὶ Μολοττικοὶ οἱ ἐν τούτῳ]. 357. Eustath. p. 952, 10. δοκεῖ δὲ Αἰολιχὸν εἶναι τὸ σχύλον, ὡς φαίνεται ἐν ῥητορικῷ λεξικῷ, ἐν ᾧ κείται, καὶ ὅτι ἀποσκολύπτειν¹) τὸ ἀφαιρεῖν τὸ δέρμα, ὅθεν καὶ τὸ σκυλεύειν μεταφορικῶς. 358. Eustath. p. 1156, 17. ἡ δὲ ἄρκτος ὅτι μετὰ τοῦ τ λέγεται, δηλοῖ ὁ γράψας οὕτως· ἄρχτόν, οὐχὶ ἄρχον¹). τὸν μέντοι ἄνερμον ἄνευ τοῦ τ ἀπαρχίαν διὰ τὸ εὐφώνον καὶ τὴν ἐκεῖθεν πνοὴν ἀρζιον, εἰς ὃ καὶ φέρει ἐκεῖνος χρησὶν ταύτην (Aesch. fr. 127. Nauck.) οὔτ’ ἀσχέδωρος νεμόμενος καπρώζεται. ἐνδὰ καὶ ὅρα τὸ καπρώζεται²), οὕ ὡς πον ἐν Ἰλιάδι προσ-