Ancient Greek
249.3
Aelius Dionysius, Ἀττικὰ ὀνόματα 249.3
Unproofread scanNot analysed yet
δυοῖν γυναικῶν εἰς ἄνδρ᾽ οὐ στέργεται. ἐν ἑτέρῳ δὲ τόπῳ φησὶ καὶ ὅτι δύο καὶ ἐν τῷ ὦ δῦο, ἦγουν δύο διὰ τοῦ ὦ μικροῦ, καὶ δῦο, κατὰ ἔκτασιν Ἀττικοὶ λέγουσιν ἐκατέρως, δυοῖν δὲ ἐπὶ γενικῆς καὶ δοτικῆς, τὸ δὲ δυεῖν σπάνιον παρὰ τοῖς παλαιοῖς, ἔστι δ' ὅμως παρὰ Θουκυδίδῃ 1) [λέγουσι δὲ καὶ τῶν δύο καὶ τοῖς δύο]. τὸ δὲ δυοὶ βάραβρόν, φησί, καὶ κατὰ χρῆσιν Ἀττικὴν καὶ κατὰ λόγον γραμματικόν. λέγει δὲ καὶ ὅτι νεωτέρων τὸ γράφειν δυεῖν. οὐδὲν γὰρ δυϊκὸν εἰς εἷν λήγειν φασίν οἱ ἀναλογικοὶ 2). Ὅμηρος δέ, φησί 3), ἐπὶ μὲν ὀρθῆς δύο λέγει οὕτω·