Ancient Greek
261.3 to 263.22
Aelius Dionysius, Ἀττικὰ ὀνόματα 261.3-263.22
Unproofread scanNot analysed yet
406. Eustath. p. 1921, 56. λαῦρα¹) δὲ στενὴ ὁδός, ἀμφ-οδός, δι’ ἧς λαοὶ ῥέουσιν, ἤτοι φέρονται. ὁθεν, φασί, καὶ διά-λαυρος²) ὁ ἐν τῷ πέρας τῆς ἀμφόδου οἶκων καὶ οἶον ἀντί-θυρος. ἐν δὲ ῥητορικοῖς λεξικοῖς φέρεται καὶ ὅτι λαῦρα³)· ἢ ἀμᾶρα. καὶ ὅτι λαῦραι· ὄρυμα, κῶμα, στενωποὶ ὑπόνομοι. σύνθετον ἐκ τῆς λαύρας καὶ ἡ σποδησιλαύρα⁴), τουνέστιν ἡ πόρνη, λεγομένη οὕτω παρὰ τὸ διατρίβειν τὰ πολλὰ ἐν ταῖς ὁδοῖς ἢ καὶ δημοσίᾳ συμπλέχεσθαι, ὡς φασιν οἱ παλαιοί. τὸ γὰρ σποδεῖσθαι καὶ ἐπὶ μίξεως τίθεται. 407 Eustath. p. 860, 46. σημειῶσαι δὲ ὅτι ἐν ῥητορικῷ λεξικῷ εὑρίσκεται ῥητῶς ταῦτα· λιγαίνειν¹)· τὸ τύπτειν, ὥσπερ ἡμεῖς, φησι, τὸ ξαίνειν, ἀφ’ οὗ κατ’ ἄλλον λεξικογράφον· ξάνιον²)· τὸ κτένιον. 408 Eustath. p. 905, 18. ὅτι δὲ λωτὸς¹) καὶ αὐλὸς τις λέγεται, δηλοῦται μὲν καὶ ἐν ῥητορικῷ λεξικῷ. δηλοῖ δὲ αὐτὸ καὶ ὁ γράψας λωτοῦ κατὰ πνεύματα μέλπει. 409 Eustath. p. 1748, 55. μέλαν δὲ δρυὸς¹) οἱ μὲν τὴν ἐντερίονην φασιν, ἤγουν τὸ ἐγχάρδιον τῆς δρυὸς, μέλαν ὡς τὰ πολλὰ ὄν. [Ἀρίσταρχος δὲ τὸν φλοῦν οὕτω νοεῖ· Κράτης δὲ τὴν δασότητα καὶ πολλὴν πυκνότητα τῶν φύλλων μερίοις, ὡς ἐν ἀνωνύμῳ κεῖται λεξικῷ ῥητορικῷ. 411 Eustath. p. 1259, 46. τὸ δὲ ἐκ τῶν μυρημῶν κακὸν δηλοῦται καὶ ἐν τῷ μυρημικᾶν¹), ὅπερ ἐλέχθη, ὡς ἐν ῥητορικῷ εὑρίσκεται λεξικῷ, ἐπειδὴ τοὺς εἰς μυρημικὰν λα- λήσαντας ἐλκοῦσθαι τὴν γλῶσσαν φασιν. 411a Eustath. p. 391, 34. ἵρις δὲ, μυρεψικὸν εἶδος, κατὰ παλαιὰν παράδοσιν ὀξύνεται πρὸς διαστολὴν (sc. τῆς θεᾶς). ταύτην δὲ †ἱριον (l. ἱριον ex Politi coni.) ¹) μύρον οἱ ῥῖτορες ἔγραφον. 412 Eustath. p. 1899, 8. ἐν μέντοι ῥητορικῷ λεξικῷ λάνδυνα καλεῖ, ὡς αἴτιον τῷ ξύλῳ μελανίας διὰ τῆς σκιάς. Phot. gl. 1. πελάται· οἱ παρὰ τοῖς πλησίον ἐργαζόμενοι καὶ θῆτες, οἱ αὐτοί, καὶ ἐκτῆμοροι, ἐπειδὴ ἕκτῳ μέρει τῶν καρπῶν εἰργάζοντο τὴν γῆν. An Phot. μυρῶν· οἱ Ἀττικοὶ περισπῶσι. καλοῦσι δὲ οὕτως καὶ τὸ ἀμβλὺ βρῶμα καὶ ἄναλον· ὥστε· Μὴτε ἄλυρὸν εἶναι, μήτε μωρὸν ἐς τὸ πᾶν.