Ancient Greek
264.2
Aelius Dionysius, Ἀττικὰ ὀνόματα 264.2
Unproofread scanNot analysed yet
413 Eustath. p. 1533, 44. τὸ δὲ πηδάλιον ὅτι καὶ ἐφόλκιον λέγεται, δηλοῦσιν οἱ παλαιοί. τὸ αὐτὸ δὲ παρὰ τισι καὶ αὐχήν, ὡς δηλοῖ τὸ καθωμιλημένον αὐχένιον. ἔτι δὲ καὶ οἴαξ¹). κεῖται γοῦν ἐν λεξικῷ ὁητορικῷ ταῦτα· οἴαξ· πηδάλιον, αὐχήν. Διογενιανὸς²) δέ, φησιν, οἴακας λέγει, οἷς τὰ πηδάλια ἐπιστρέφουσιν, ἤτοι κανόνας καὶ κρίκους, δι’ ὧν οἱ ἱμάντες διείρονται. [καὶ φέρεται καὶ μέχρι νῦν ἡ τῶν οἴακων λέξις οὐχ ἐπὶ ὅλον τοῦ πηδαλίου. λέγεται γὰρ τοῖς ναυτικοῖς οἴακια ξυλήφιά τινα, δι’ ὧν στρέφουσι τεχνικῶς τὸ πηδάλιον].