Ancient Greek
270.1
Aelius Dionysius, Ἀττικὰ ὀνόματα 270.1
Unproofread scanNot analysed yet
ἢ δαίων, ἦτοι καίων.] ἕτεροι⁴) δὲ φασιν (i. e. Lucillus Tarrhaeus) ἐν Σαρδοῖ νήσῳ ἐπέκεινα Σικελίας, τῇ καὶ Σαρδόνι, σέλινα φέεσθαι, οὓς τοὺς ἐμφαγόντας ξένους μετὰ σπασμοῦ ὀλλυθαι σεσηρότας, ὡς εἶναι σαρδόνιον ἢ σαρδάνιον γέλῶτα τὸν μετὰ ὀδύνης, ὁποῖόν τινα λέγονται γελᾶν καὶ οἱ τετρωμένοι τὰς φρένας, καὶ οἷον δὲ πειρα ἔφηρε πολλοῖς, διδάξασα ὑπὸ ὀθews συσχεθῆναι τινα καὶ δηρηθῆναι περὶ τοῦ ὑπὸ μάλων καὶ οὕτω σὺν γέλῳ ἀπορρήξαι τὸν βίον. Τίμαιος⁵) δέ, φασιν, ἱστορεῖ τοὺς ἐν Σαρδόνι γεγηρακότας τῶν γονέων ἄγεσθαι πρὸς βόθρον καὶ καταβάλλεσθαι καὶ οὕτω τοῦ ζῆν ἀπολείεσθαι καὶ ὡς μακαρίως θνήσκοντας γελᾶν, κἀντεῦθεν τὸν ἐπὶ λύπαις γέλῶτα σαρδόνιον λέγεσθαι. ἕτεροι⁶) δὲ τοὺς οἷούς γελᾶν φασιν ἐπὶ τῇ τῶν πατέρων ἐκεῖ καταρρήψει, ἀφοσιωμένους τὸν φόνον καὶ ἐμφαίνοντας μηδὲν ἁμαρτεῖν, εἰ τοὺς κακῶς πειδομένους πατέρας ὑπὸ γήρως προαπάγουσιν. ἐθέλουσι δὲ οἱ παλαιοὶ ἀμείνον εἶναι, σαρδόνιον γέλῶτα λέγεσθαι τὸν ἐπὶ καταμωχῆσει προσποιήτων παρὰ τὸ σεσηρέναι, ἤρουν ὑπανοῖγειν τὰ χεῖλη, ὡς δηλαδὴ προειρηται. γράφει δὲ τις τῶν παλαιῶν καὶ οὕτω· σαρδάνιος γέλως· κεχυρὸς καὶ σεσηρότος τοῦ στόματος καὶ οὐκ ἐκ διαθέσεως γειόμενος.