Ancient Greek
275.4
Aelius Dionysius, Ἀττικὰ ὀνόματα 275.4
Unproofread scanNot analysed yet
446. Eustath. p. 958, 24. τὸ δὲ πρωτότυπον χρέος, ἐξ οὗ χρεῖος, ὅτι καὶ ἔκτεινεται καὶ συστέλλεται, δηλοῖ δ’ οὕτω γράψας ἐν ῥητορικῷ λεξικῷ· χρέως 1)· Ἀττικοὶ καὶ Ἰωνες, ὡς Πλάτων καὶ Δημοσθένης [διὰ τοῦ ὦ δηλαδὴ μεγάλου]. λέγουσι δέ, φησί, καὶ χρέος [ἐν συστολῇ δηλονότι]. καὶ τοῦτο μέν, φησί, διαφέρουσαν ἔχει γενικὴν· τοῦ χρέους γάρ· τὸ δὲ χρέως τὴν αὐτήν. τὰ σύνθετα δὲ μᾶλλον διὰ τοῦ ὦ, ἱπέρχρεως, ἀξιόχρεως.