Ancient Greek
Dfhg-Source dfhg4_AELIUS_DIUS
AELIUS DIUS, Fragmenta 2
Not analysed yet
Ὅτι δ ̓ οὐ λόγος ἐστὶν ὑπ ̓ ἐμοῦ συγκείμενος ὁ περὶ τῶν παρὰ τοῖς Τυρίοις γραμμάτων, παραθήσομαι μάρτυρα Δῖον, ἄνδρα περὶ τὴν Φοινικικὴν ἱστορίαν ἀκριβῆ γεγονέναι πεπιστευμένον. Οὗτος τοίνυν ἐν ταῖς Περὶ Φοινίκων ἱστορίαις γράφει τὸν τρόπον τοῦτον· «Ἀβιβάλου τελευτήσαντος, ὁ υἱὸς αὐτοῦ Εἵρωμος ἐβασίλευσεν. Οὗτος τὰ πρὸς ἀνατολὰς μέρη τῆς πόλεως προσέχωσε, καὶ μεῖζον τὸ ἄστυ πεποίηκε, καὶ τοῦ Ὀλυμπίου Διὸς τὸ ἱερὸν καθ ̓ ἑαυτὸν ὂν ἐν νήσῳ, χώσας τὸν μεταξὺ τόπον, συνῆψε τῇ πόλει, καὶ χρυσοῖς ἀναθήμασιν ἐκόσμησεν· ἀναβὰς δὲ δὲ εἰς τὸν Λίβανον ὑλοτόμησε πρὸς τὴν τῶν ναῶν κατασκευήν. Τὸν δὲ τυραννοῦντα Ἱεροσολύμων Σολομῶνα πέμψαι φασὶ πρὸς τὸν Εἵρωμον αἰνίγματα καὶ παρ ̓ αὐτοῦ λαβεῖν ἀξιοῦν, τὸν δὲ μὴ δυνηθέντα διακρῖναι τῷ λύσαντι χρήματα ἀποτίνειν. Ὁμολογήσαντα δὲ τὸν Εἵρωμον καὶ μὴ δυνηθέντα λῦσαι τὰ αἰνίγματα πολλὰ τῶν χρημάτων εἰς τὸ ἐπιζήμιον ἀναλῶσαι. Εἶτα δὴ Ἀβδήμονόν τινα Τύριον ἄνδρα τὰ προτεθέντα λῦσαι, καὶ αὐτὸν ἄλλα προβαλεῖν· ἃ μὴ λύσαντα τὸν Σολομῶνα πολλὰ τῷ Εἱρώμῳ προσαποτῖσαι χρήματα.» Δῖος μὲν οὕτω περὶ τῶν προειρημένων ἡμῖν μεμαρτύρηκεν.