Ancient Greek · ~3 min
0.
Aelius Herodianus, De figuris (= Περὶ σχημάτων) 0.
Not analysed yet
ἡνίκα ἰϲοϲυλλαβεῖ τὰ ῥήματα τοῖϲ ὀνόμαϲιν, ὀξύνεται δὲ ἢ βαρύνεται τὰ ὀνόματα, τὰ δὲ ῥήματα περιϲπᾶται, τότε ἐκ τῶν ὀνομάτων παράγεται τὰ ῥήματα οἶον μόνοϲ μονῶ, χρυϲόϲ χρυϲῶ, ἄποροϲ ἀπορῶ. ἡνίκα δὲ πάλιν ἰϲοϲυλλαβεῖ τὰ ῥήματα τοῖϲ ὀνόμαϲιν, ὀξύνεται δὲ ἢ βαρύνεται τὰ ὀνόματα, βαρύνεται δὲ καὶ τὰ ῥήματα, τότε ἐκ τῶν ῥημάτων παράγεται τὰ ὀνόματα οἷον λέγω λόγοϲ, φέρω φόροϲ· εἰ δὲ περιττοϲυλλαβεῖ τὰ ῥήματα τοῖϲ ὀνόμαϲι καὶ ϲυνάρχεται, τότε ἐκ τῶν ὀνομάτων παράγεται τὰ ῥήματα οἶον ἵπποϲ ἱππεύω, δίφροϲ διφρεύω. εἰ δὲ περιττοϲυλλαβεῖ τὰ ὀνόματα τοῖϲ ῥήμαϲι, τότε ἐκ ῥημάτων παράγεται τὰ ὀνόματα οἷον μαρτυρῶ μαρτυρία, εὐδοξῶ εὐδοξία.