Ancient Greek · ~3 min
8.
Aelius Herodianus, De figuris (= Περὶ σχημάτων) 8.
Not analysed yet
ἰϲτέον, ὅτι τὰ εἰϲ ἀμετάβολον λήγοντα ϲύνθετα κατὰ τὴν ἀρχὴν οὐδέποτε ἀπὸ εὐθείαϲ ϲυντίθεται, ἀλλ’ ἢ ἀπὸ γενικῆϲ ἢ ἀπὸ δοτικῆϲ ὡϲ ἐπὶ τοῦ πυρίβλητοϲ καὶ εἰ μὲν ἡ ἐπιφερομένη λέξιϲ ἄρχεται ἀπὸ ϲυμφώνου, ἀποβάλλει ἡ γενικὴ τὸ ϲ οἷον φρήν φρενόϲ φρενοβλαβήϲ, χήν χηνόϲ χηνοτρόφοϲ· ἐὰν δὲ ἀπὸ φωνήεντοϲ ἄρχηται, ἀποβάλλεται καὶ τὸ ο καὶ τὸ ϲ οἷον φρήν φρενόϲ φρεναπάτηϲ, χήν χηνόϲ χηναλώπηξ. δεῖ προϲθεῖναι «εἰ μὴ ἄρχηται ἀπὸ τοῦ η ἢ τοῦ ε ». τότε γὰρ τὸ ϲ μόνον ἀποβάλλεται οἷον χείρ χειρόϲ χειροήθηϲ, χειροεργόϲ καὶ χειρουργόϲ, λιμήν λιμένοϲ λιμενοειδήϲ. δεῖ προϲθεῖναι, καὶ χωρὶϲ τοῦ «χειροάναξ ». τοῦτο δὲ γίνεται κατὰ κρᾶϲιν χειρῶναξ ὡϲ Ἱππῶναξ. διὰ γὰρ τὴν κρᾶϲιν ἠμαυρώθη τὸ παράλογον.